Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 90

[90] ἆρ’ οὖν διὰ [32] τοῦτο μόνον ἢ καὶ δι’ ἐκεῖνο, ⟨ὅτι⟩ ἡ τῶν νεωκόρων Λευιτικὴ φυλὴ τοὺς θεοπλαστήσαντας τὸν χρυσοῦν μόσχον, τὸν Αἰγυπτιακὸν τῦφον, ἡβηδὸν ἐξ ἐπιδρομῆς κατέκτειναν, ὀργῇ δικαίᾳ σὺν ἐνθουσιασμῷ καί τινι κατοκωχῇ θεοφορήτῳ χρησάμενοι; „καὶ κτείνει ἕκαστος ἀδελφὸν καὶ πλησίον καὶ τὸν ἔγγιστα“ (Exod. 32,27), ἀδελφὸν μὲν ψυχῆς τὸ σῶμα, τὸ δὲ λογικοῦ πλησίον τὸ ἄλογον, τὸν δὲ ἔγγιστα νοῦ τὸν προφορικὸν λόγον.