Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 89

[89] ὁ γοῦν ἀρχηγέτης τοῦ θιάσου τούτου λέγων εἰσάγεται τῷ πατρὶ καὶ τῇ μητρί· „οὐχ ἑώρακα ὑμᾶς, καὶ τοὺς ἀδελφοὺς οὐ γινώσκω, καὶ τοὺς υἱοὺς ἀπογινώσκω“ (Deut. 33,9) ὑπὲρ τοῦ δίχα μεθολκῆς θεραπεύειν τὸ ὄν. ἡ δ’ ἀψευδὴς φυγὴ στέρησις τῶν οἰκειοτάτων καὶ φιλτάτων ἐστίν. φυγάδας οὖν φυγάσι παρακατατίθεται πρὸς τὴν ὧν εἰργάσαντο ἀμνηστίαν, δι’ ὁμοιότητα ἔργων.