Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 81

[81] φίλαυτοι δὴ μᾶλλον ἢ φιλόθεοι σπουδάσαντες οἱ τοιοῦτοι τρόποι πάντες εἶναι βαινέτωσαν ἔξω περιρραντηρίων, ἵν’ ὡς μιαροὶ καὶ ἀκάθαρτοι μηδ’ ἐξ ἀπόπτου τὴν ἱερὰν φλόγα τῆς ἀνακαιομένης ἀσβέστου ψυχῆς καὶ θεῷ καθαγνιζομένης ὁλοκλήρῳ καὶ παντελεῖ δυνάμει θεάσωνται.