Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 82

[82] παγκάλως τις τῶν πάλαι σοφῶν εἰς ταὐτὸ τοῦτο συνδραμὼν ἐθάρρησεν εἰπεῖν, ὅτι „θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλ’ ὡς οἷόν [28] [29] τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τοῦτον καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενία τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία τε καὶ κακία ἐναργής. αἱ δὲ ἄλλαι δεινότητες δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι.“