Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 80

[80] ὃς ἂν οὖν καταφύγῃ, τὸ δ’ ἐστὶν ὃς ἂν τῶν ἁμαρτημάτων μὴ ἑαυτὸν ἀλλὰ θεὸν αἰτιᾶται, κολαζέσθω, τῆς μόνοις ἱκέταις πρὸς σωτηρίαν καὶ ἀσφάλειαν καταφυγῆς, τοῦ βωμοῦ, στερούμενος, καὶ μήποτ’ εἰκότως· ἀμώμων γὰρ ἱερείων, λέγω δὲ ψυχῶν ἀσινῶν καὶ κεκαθαρμένων, τὸ [M.558] θυσιαστήριον ἀνάπλεών ἐστι· δυσίατος δὲ ἢ παντελῶς ἀνίατος μῶμος τὸ φάσκειν καὶ κακῶν αἴτιον εἶναι τὸ θεῖον.