[71] ἀγαθῶν ἑαυτῷ μόνῳ. [cap.14] διὸ καὶ λεχθέντος πρότερον „ποιήσωμεν [25] ἄνθρωπον“ ὡς ἂν ἐπὶ πλήθους, ἐπιφέρεται τὸ ὡς ἂν ἐφ’ ἑνός· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον“ (Gen. 1,27). τοῦ μὲν γὰρ πρὸς ἀλήθειαν ἀνθρώπου, ὃς δὴ νοῦς ἐστι καθαρώτατος, εἷς ὁ μόνος θεὸς δημιουργός, τοῦ δὲ λεγομένου καὶ κεκραμένου μετ’ αἰσθήσεως τὸ πλῆθος.