[72] οὗ χάριν ὁ μὲν κατ’ ἐξοχὴν ἄνθρωπος σὺν τῷ ἄρθρῳ μεμήνυται — λέγεται γάρ· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον,“ τὸν ἀειδῆ καὶ ἄκρατον ἐκεῖνον λογισμόν —, ὁ δὲ ἄνευ τῆς τοῦδε προσθήκης· τὸ γὰρ· „ποιήσωμεν ἄνθρωπον“ ἐμφαίνει τὸν ἐξ ἀλόγου καὶ λογικῆς συνυφανθέντα φύσεως.