[70] κατεχρήσατο ⟨δὲ⟩ καὶ ταῖς μεθ’ ἑαυτοῦ δυνάμεσιν οὐ διὰ τὸ λεχθὲν μόνον, ἀλλ’ ὅτι ἔμελλεν ἡ ἀνθρώπου ψυχὴ μόνη κακῶν καὶ ἀγαθῶν ἐννοίας λαμβάνειν καὶ χρῆσθαι ταῖς ἑτέραις, εἰ μὴ δυνατὸν ἀμφοτέραις. ἀναγκαῖον οὖν ἡγήσατο τὴν κακῶν γένεσιν ἑτέροις ἀπονεῖμαι δημιουργοῖς, τὴν δὲ τῶν