Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 57

[57] σήμερον δ’ ἐστὶν ὁ ἀπέρατος καὶ ἀδιεξίτητος αἰών· μηνῶν γὰρ καὶ ἐνιαυτῶν καὶ συνόλως χρόνων περίοδοι δόγματα ἀνθρώπων εἰσὶν ἀριθμὸν ἐκτετιμηκότων· τὸ δ’ ἀψευδὲς ὄνομα αἰῶνος ἡ σήμερον. ἥλιος γὰρ οὐκ ἀλλαττόμενος ὁ αὐτός ἐστιν ἀεί, ποτὲ μὲν ὑπὲρ γῆς ποτὲ δὲ ὑπὸ γῆν ἰών, παρ’ ὃν ἡμέρα καὶ νύξ, τὰ αἰῶνος μέτρα, διεκρίθησαν —,