Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 56

[56] [cap.11] ἐπιστοῦτο μέντοι καὶ χρησμοῖς τὸν ἑαυτῆς λόγον, ἑνὶ μὲν τοιῷδε· „οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ, ζῆτε πάντες ἐν τῇ σήμερον“ (Deut. 4,4) — τοὺς γὰρ πρόσφυγας καὶ ἱκέτας τοῦ θεοῦ μόνους ζῶντας οἶδε, νεκροὺς δὲ τοὺς ἄλλους· ἐκείνοις δ’, ὡς ἔοικε, καὶ ἀφθαρσίαν μαρτυρεῖ διὰ τοῦ προσθεῖναι „ζῆτε ἐν τῇ σήμερον“.