Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 58

[58] ἑτέρῳ δ’ ἐπιστοῦτο τοιῷδε χρησμῷ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν“ (Deut. 30,15.) — οὐκοῦν, ὦ πάνσοφε, τὸ μὲν ἀγαθὸν καὶ ἡ ἀρετή ἐστιν ἡ ζωή, τὸ δὲ κακὸν καὶ ἡ κακία ὁ θάνατος —· καὶ ἐν ἑτέροις· „αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν, ἀγαπᾶν κύριον τὸν θεόν σου.“ (Deut. 30,20). ὅρος ἀθανάτου βίου κάλλιστος οὗτος, ἔρωτι καὶ φιλίᾳ θεοῦ ἀσάρκῳ καὶ ἀσωμάτῳ κατεσχῆσθαι.