[48] τοῦ μόνου θεραπεία σοφοῦ. [cap.9] τὰ δ’ ὅμοια καὶ ὁ πατὴρ ὑφηγεῖται, μικρὰ προσθείς· λέγει γάρ· „ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουήλ, τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε ἐκεῖθεν σαυτῷ γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου“ (Gen. 28,2).