Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 49

[49] πάλιν καὶ οὗτος οὐ Σύρον εἶπε τὸν Λάβαν, ἀλλὰ Ῥεβέκκας ἀδελφόν, μέλλοντα κατ’ ἐπιγαμίαν τῷ ἀσκητῇ κῆδος συνάπτειν. „ἀπόδραθι οὖν εἰς τὴν Μεσοποταμίαν,“ τουτέστιν εἰς μέσον τὸν χειμάρρουν ποταμὸν τοῦ βίου, καὶ μὴ ἐπικλυσθεὶς ἐγκαταποθῇς, στηριχθεὶς δὲ [18] βιαιοτάτην ἄνωθεν καὶ ἑκατέρωθεν καὶ πανταχόθεν ἐπικυματίζουσαν φορὰν τῶν πραγμάτων σθεναρῶς ἀπώθει.