Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 47

[47] ἐπειδὰν δὲ σαυτὸν ἐξετάσῃς, καὶ τὰ ἴδια τοῦ Λάβαν ἀκρίβωσον, τὰς τῆς κενῆς δόξης λαμπρὰς νομιζομένας εὐπραγίας, ὑφ’ ὧν μηδεμιᾶς ἁλῷς, πάσας δ’ οἷα ἀγαθὸς δημιουργὸς τεχνικῶς ταῖς οἰκείαις ἐφάρμοσον χρείαις. ἐὰν γὰρ ἐπιδείξῃ γενόμενος ἐν τῷ πολιτικῷ καὶ πεφυρμένῳ τούτῳ βίῳ σταθερὸν καὶ εὐπαίδευτον ἦθος, μεταπέμψομαί σε ἐκεῖθεν (Gen. 27,45), ἵνα τύχῃς οὗπερ καὶ οἱ σοὶ γονεῖς ἄθλου. τὸ δ’ ἆθλόν ἐστιν ἡ ἀκλινὴς καὶ ἀνένδοτος