Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 176

[176] ὁρᾷς τὴν ἀφθονίαν τῶν κεχυμένων μεγάλων καὶ ἑτοίμων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν ἀγαθῶν; εἰκάζονται δὲ πόλεσι μὲν αἱ γενικαὶ ἀρεταί, διότι ἐπὶ πλεῖστον εὐρύνονται, οἰκίαις δ’ αἱ ἐν εἴδει — στέλλονται γὰρ εἰς [65] [66] βραχύτερον αὗται κύκλον —, λάκκοις δὲ αἱ εὐφυεῖς ψυχαί, αἱ εὐπαράδεκτοι σοφίας ὡς ἐκεῖνοι ὕδατος, ἀμπελῶσι δὲ καὶ ἐλαιῶσιν αἱ προκοπαὶ καὶ αὐξήσεις καὶ καρπῶν γενέσεις· καρπὸς δ’ ἐπιστήμης ὁ θεωρητικὸς βίος, ἄκρατον εὐφροσύνην περιποιῶν ὡς ἀπ’ οἴνου καὶ νοητὸν φέγγος ὡς ἀπὸ φλογός, ἧς ἔλαιον τροφή.