[177] [cap.32] Ταῦτα καὶ περὶ εὑρέσεως εἰπόντες μέτιμεν ἑξῆς ἐπὶ τὰ ἀκόλουθα τῆς ἐφόδου. „εὗρεν“ οὖν φησιν „αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος„ (Gen. 16, 7). λέγεται δὲ πολλαχῶς πηγή, ἕνα μὲν τρόπον ὁ ἡμέτερος νοῦς, ἕτερον δὲ ἡ λογικὴ ἕξις καὶ παιδεία, τρίτον δ’ ἡ φαύλη διάθεσις, τέταρτον ἡ σπουδαία καὶ ἐναντία ταύτης, πέμπτον αὐτὸς ὁ τῶν ὅλων [M.573] ποιητὴς καὶ πατήρ.