Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 175

[175] ἐναργέστατα δέ μοι δοκεῖ τὴν ἄνευ ζητήσεως εὕρεσιν παριστάνειν διὰ τούτων· „ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησας, οἰκίας πλήρεις πάντων ἀγαθῶν, ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐ κατεφύτευσας“ (Deut. 6, 10. 11).