Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 169

[169] τὸ μὲν οὖν διδασκόμενον μακροῦ χρόνου δεῖται, τὸ δὲ φύσει ταχύ τε καὶ τρόπον τινὰ ἄχρονόν ἐστι· κἀκεῖνο μὲν ἄνθρωπον, τοῦτο δὲ θεὸν ὑφηγητὴν ἔχει. τὸν μὲν δὴ πρότερον ὅρον κατέταξεν ἐν πεύσει· „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον“, τὸν δὲ ἕτερον ἐν ἀποκρίσει φάσκων· „ὃ παρέδωκε κύριος ὁ θεός“ (Gen. 27, 20).