[170] [cap.31] ἔστι δὲ καὶ τρίτος ὅρος τοῦ αὐτομαθοῦς, τὸ ἀναβαῖνον αὐτόματον. λέγεται γὰρ ἐν τοῖς προτρεπτικοῖς· „οὐ σπερεῖτε, οὐδὲ μὴ ἀμήσητε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς“ (Lev. 25, 11)· τέχνης γὰρ οὐδεμιᾶς χρεῖα τὰ φύσει, τοῦ θεοῦ σπείροντος αὐτὰ καὶ τῇ γεωργικῇ τέχνῃ τελεσφοροῦντος ὡς ἂν αὐτόματα τὰ οὐκ αὐτόματα, πλὴν παρόσον ἐπινοίας ἀνθρωπίνης οὐκ ἐδεήθη τὸ παράπαν.