[168] καινὸν γὰρ καὶ κρεῖττον λόγου καὶ θεῖον ὄντως τὸ αὐτομαθὲς γένος, οὐκ ἀνθρωπίναις ἐπινοίαις, ἀλλ’ ἐνθέῳ μανίᾳ συνιστάμενον. ἢ ἀγνοεῖς ὅτι οὐ δέονται πρὸς τὸν τόκον μαιῶν [61] [62] Ἑβραῖαι, „τίκτουσι“ δ’, ὥς φησι Μωυσῆς, „πρὶν εἰσελθεῖν τὰς μαίας“ (Exod. 1, 19), λέγω δὲ μεθόδους, τέχνας, ἐπιστήμας, φύσει μόνῃ χρώμεναι συνεργῷ; παγκάλους δὲ καὶ προσφυεστάτους ὅρους ἀποδίδωσι τοῦ αὐτομαθοῦς, ἕνα μὲν τοιοῦτον, τὸ ταχὺ εὑρισκόμενον, ἕτερον δὲ „ὃ παρέδωκεν ὁ θεός“.