Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 159

[159] νικᾶται γὰρ τὰ μὲν ἐλάττω πρὸς τῶν πλειόνων, τὰ δὲ βραδύτερα πρὸς τῶν ὠκυδρομωτέρων, τὰ δὲ μέλλοντα πρὸς τῶν παρόντων· ἐσταλμένον δὲ καὶ βραδὺ καὶ μέλλον ἡ μετάνοια, πολὺ δὲ καὶ ταχὺ καὶ συνεχὲς ἐν τῷ θνητῷ βίῳ τὸ ἀδικεῖν. εἰκότως οὖν ἐν τροπῇ τις γενόμενός [58] [59] φησι μὴ δύνασθαι „τοῦ περὶ ἁμαρτίας ἐμφαγεῖν“· μὴ γὰρ ἐπιτρέπειν τὸ συνειδὸς αὐτῷ μετανοίᾳ τραφῆναι· διὸ λέγεται· „ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ“ (Lev. 10, 19. 20).