[158] φησὶν οὖν ὁ χρησμός, ὅτι „ζητῶν ἐξεζήτησε Μωυσῆς“ ἐν τῷ θνητῷ βίῳ τὸν περὶ ἁμαρτημάτων μετανοίας λόγον. ἐσπούδαζε γὰρ ἀνευρεῖν ἀπαμπισχομένην τὸ ἀδικεῖν ψυχὴν καὶ ἄνευ αἰσχύνης γυμνὴν προϊοῦσαν ἁμαρτημάτων. ἀλλ’ ὅμως οὐχ εὗρε, τῆς φλογός, λέγω δὲ τῆς ὀξυκινητοτάτης ὁρμῆς ἀλόγου, καταδραμούσης καὶ ὅλην ψυχὴν ἐπινεμηθείσης.