Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 157

[157] [cap.28] καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ὁ φιλάρετος ζητεῖ μέν, οὐχ εὑρίσκει δέ· ἤδη γὰρ, ὡς δηλοῖ τὸ λόγιον, ἐνεπέπρηστο (Lev. 10, 16). τί δ’ αἰνίττεται, σκεπτέον· τὸ μὲν μηδὲν ἁμαρτεῖν ἴδιον θεοῦ, τὸ δὲ μετανοεῖν σοφοῦ· παγχάλεπον δὲ καὶ δυσεύρετον τοῦτό γε.