Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 160

[160] τὰ γὰρ πρὸς γένεσιν τῶν πρὸς θεὸν μακρὰν ἀπέζευκται· τῇ μὲν γὰρ τὰ φανερὰ μόνα, τῷ δὲ καὶ τὰ ἀφανῆ γνώριμα. παραπαίει δ’, ὃς ἂν τοῦ ἀληθοῦς καταψευδόμενος ἔτ’ ἀδικῶν μετανενοηκέναι φάσκῃ· ὅμοιον ὡς εἰ καὶ ὁ νοσῶν τὸν [M.570] ὑγιαίνοντα καθυποκρίνοιτο· μᾶλλον γάρ, ὡς ἔοικε, νοσήσει μηδὲν τῶν εἰς ὑγίειαν προσφόρων ἐπιτηδεύειν ἀξιῶν.