Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 145

[145] ἤδη τινὲς καὶ ἀντὶ πυλωρῶν βασιλεῖς ἐθελήσαντες γενέσθαι καὶ τὸ κάλλιστον ἐν βίῳ, τάξιν, καταλῦσαι οὐ μόνον τῆς ἀδίκως ἐλπισθείσης εὐπραγίας ἐσφάλησαν, ἀλλὰ καὶ ἣν ἐν χερσὶν εἶχον ἐκβαλεῖν ἠναγκάσθησαν. ἱερωσύνης γὰρ τοὺς Κορὲ θιασώτας ὀρεχθέντας * ὁ νόμος διαμαρτεῖν φησιν ἀμφοῖν (Num. 16).