Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 144

[144] πλήρης γὰρ πραγμάτων, οὐκ ὀνειράτων καὶ κενῶν φαντασμάτων ἦν. οὐδ’ οἱ τυφλοὶ διάνοιαν Σοδομῖται σπουδάσαντες ἐκθύμως αἰσχῦναι τοὺς ἱεροὺς καὶ ἀμιάντους λόγους εὗρον τὴν εἰς τοῦτ’ ἄγουσαν ὁδόν, ἀλλ’, ὥς φησι τὸ λόγιον, „παρελύθησαν ζητοῦντες τὴν θύραν“ (Gen. 19, 11), καίτοι γε ἐν κύκλῳ πᾶσαν τὴν οἰκίαν περιθέοντες καὶ πάντα κινήσαντες λίθον πρὸς ἐκπλήρωσιν τῆς ἐκφύλου καὶ ἀσεβοῦς ἐπιθυμίας.