[146] ὥσπερ γὰρ οὐ τὰ αὐτὰ παῖδες καὶ ἄνδρες μανθάνουσιν, ἀλλ’ ἑκατέρᾳ τῶν ἡλικιῶν εἰσιν ἁρμόττουσαι διδασκαλίαι, οὕτως πεφύκασιν εἶναί τινες αἰεὶ παιδικαὶ ψυχαὶ καὶ ἐν σώμασι γεγηρακόσι καὶ ἔμπαλιν τελειόταται ἐν ἄρτι ἀκμάζουσι καὶ ἡβῶσιν. ὄφλοιεν ἂν οὖν εὐήθειαν, ὅσοι μειζόνων ἢ κατὰ τὴν ἑαυτῶν φύσιν ἐρῶσιν, ἐπειδὴ πᾶν τὸ ὑπὲρ δύναμιν ἐπιτάσει σφοδρότητος ἀπορρήττεται.