Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 138

[138] αἱ δὲ ἰδοῦσαι καὶ γευσάμεναι καὶ σφόδρ’ ἡσθεῖσαι ἔμαθον μὲν ὃ ἔπαθον, τὸ δὲ διαθὲν ἀγνοοῦσι. διὸ πυνθάνονται· „τί ἐστι τοῦτο“ (ibid. 15), ὃ μέλιτος γλυκύτερον, χιόνος δὲ λευκότερον εἶναι πέφυκε;