Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 137

[137] [cap.25] ζητήσαντες καὶ τί τὸ τρέφον ἐστὶ τὴν ψυχήν — „οὐ γὰρ“ ᾗ φησι Μωυσῆς „ᾔδεισαν τί ἦν“ (Exod. 16, 15) — εὗρον μαθόντες ῥῆμα θεοῦ καὶ λόγον θεῖον, ἀφ’ οὗ πᾶσαι παιδεῖαι καὶ σοφίαι ῥέουσιν ἀένναοι. ἥδ’ ἐστὶν ἡ οὐράνιος τροφή, μηνύεται δ’ ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ἐκ προσώπου τοῦ αἰτίου λέγοντος· „ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ“ (ibid. 4)· τῷ γὰρ ὄντι τὴν αἰθέριον σοφίαν ὁ θεὸς ταῖς εὐφυέσι καὶ φιλοθεάμοσιν ἄνωθεν ἐπιψεκάζει διανοίαις·