[136] ἄριστον γὰρ ἱερεῖον ἡσυχία καὶ [M.566] ἐποχὴ περὶ ὧν πάντως οὔκ εἰσι πίστεις. ῥητὸν γὰρ μόνον τοῦτο „ὁ θεὸς ὄψεται“, ᾧ γνώριμα τὰ πάντα, ὃς λαμπροτάτῳ φωτί, ἑαυτῷ, τὰ ὅλα αὐγάζει· τὰ δ’ ἄλλα οὐ ῥητὰ γενέσει, [47] [48] [49] ἧς πολὺ κατακέχυται τὸ σκότος· ἠρεμία δ’ ἀσφαλὲς ἐν σκότῳ.