Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 135

[135] ταῦτα πυνθανομένῳ δεόντως ἀποκρίνεται· „ὁ θεὸς ὄψεται ἑαυτῷ“· θεοῦ γὰρ ἔργον ἴδιον τὸ τρίτον. ἐπιφροσύνῃ γὰρ αὐτοῦ ὁ μὲν νοῦς καταλαμβάνει, ἡ δ’ ὅρασις ὁρᾷ καὶ πᾶσα αἴσθησις αἰσθάνεται. „κριὸς δ’ εὑρίσκεται κατεχόμενος“, τουτέστι λόγος ἡσυχάζων καὶ ἐπέχων.