Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 134

[134] οἷον ἰδοὺ ὁ νοῦς, ἔνθερμον καὶ πεπυρωμένον πνεῦμα· ἰδοὺ καὶ τὰ νοητά, ὡσανεὶ ὗλαι· ποῦ τὸ τρίτον, τὸ νοεῖν; πάλιν ἰδοὺ ἡ ὅρασις, ἰδοὺ τὸ χρῶμα, ποῦ τὸ ὁρᾶν; καὶ συνόλως ἰδοὺ ἡ αἴσθησις, τὸ κριτήριον, ἀλλὰ καὶ τὰ αἰσθητά, αἱ ὗλαι· τὸ οὖν αἰσθάνεσθαι ποῦ;