Pular para o conteúdo

De fuga et inventione

Philo of Alexandria · Parte 139

[139] διδαχθήσονται δὲ ὑπὸ τοῦ θεοπρόπου, ὅτι „οὗτός ἐστιν ὁ ἄρτος, ὃν ἔδωκε κύριος αὐτοῖς φαγεῖν“ (ibid. 15). τίς οὖν ὁ ἄρτος, εἰπέ. „τοῦτο“ φησί „τὸ ῥῆμα ὃ συνέταξε κύριος“ (ibid. 16). ἡ θεία σύνταξις αὕτη τὴν ὁρατικὴν ψυχὴν φωτίζει [50] τε ὁμοῦ καὶ γλυκαίνει, φέγγος μὲν τὸ ἀληθείας ἀπαστράπτουσα, πειθοῖ δέ, ἀρετῇ γλυκείᾳ, τοὺς διψῶντας καὶ πεινῶντας καλοκἀγαθίας ἐφηδύνουσα.