[216] οἱ δὲ ἡγεμονίαν καὶ βασιλείαν νομίζοντες εἶναι τὸ ἡδέως ζῆν καὶ πάντα καὶ μικρὰ καὶ μείζω πρὸς τοῦτ’ ἀναφέροντες ἀρχιμαγείροις καὶ ἀρχιοινοχόοις καὶ ἀρχισιτοποιοῖς ὑπηρέταις ἀξιοῦσι χρῆσθαι, τουτέστιν ἄκρως ἐκπεπονηκόσιν ἕκαστον ὧν ἐπετήδευσαν·