Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 215

[215] οἱ μὲν οὖν ἡδονῆς καὶ ἐπιθυμίας καὶ παθῶν ἰδιῶται καθάπερ οἱ ἐν ταῖς πόλεσι δημοτικοὶ ἀμισῆ καὶ ἀνεπαχθῆ βίον ζῶντες, ἅτε ὀλιγοδεεῖς ὄντες, οὐ ποικίλων καὶ περιέργων τὴν τέχνην δέονται ὑπηρετῶν, ἀλλ’ ἀποικίλῳ χρωμένων ὑπηρεσίᾳ, μαγείρων, οἰνοχόων, σιτοποιῶν·