Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 217

[217] τὰ μὲν γὰρ ἀμήτων καὶ μελιπήκτων καὶ ἄλλων ἀμυθήτων πεμμάτων ποικιλώτατα γένη οὐ μόνον ταῖς τῆς ὕλης διαφοραῖς, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς κατασκευῆς καὶ τοῖς σχήμασι πρὸς οὐ μόνον τὴν γεύσεως ἀλλὰ καὶ τὴν ὄψεως ἀπάτην περιειργασμένα οἱ περὶ σιτοποιίαν ἄκροι μελετῶσι·