[63] ἔνιοι δὲ καὶ στομάργῳ κατεχόμενοι λύττῃ τὰ δείγματα τῆς ἐνιδρυμένης ἀσεβείας εἰς μέσον προφέροντες βλασφημεῖν ἐπιχειροῦσι τὸ θεῖον, ἀκονησάμενοι κακήγορον γλῶτταν, ἅμα καὶ λυπεῖν ἐθέλοντες τοὺς εὐσεβοῦντας, οἷς ἄλεκτον καὶ ἀπαρηγόρητον εὐθὺς εἰσδύεται πένθος τὴν ὅλην πυρπολοῦν ψυχὴν δι’ ὤτων· ἡ γὰρ τῶν ἀνοσίων ἑλέπολις τοῦτ’ ἐστίν, ᾧ μόνῳ τοὺς φιλοθέους ἐπιστομίζουσι νομίζοντας ὑπὲρ τοῦ μὴ παροξύνειν ἐν τῷ παρόντι κάλλιστον ἡσυχίαν.