Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 64

[64] [cap.14] πᾶσαν οὖν τὴν τοιαύτην τερθρείαν ἀπωσάμενοι τοὺς ἀδελφοὺς φύσει μὴ προσκυνῶμεν, εἰ καὶ καθαρωτέρας καὶ ἀθανατωτέρας οὐσίας ἔλαχον — ἀδελφὰ δ’ ἀλλήλων τὰ γενόμενα καθὸ γέγονεν, ἐπεὶ καὶ πατὴρ ἁπάντων εἷς ὁ ποιητὴς τῶν ὅλων ἐστίν —, ἀλλὰ καὶ διανοίᾳ καὶ λόγῳ καὶ πάσῃ δυνάμει τῇ τοῦ ἀγενήτου καὶ ἀιδίου καὶ τῶν ὅλων αἰτίου θεραπείᾳ σφόδρα εὐτόνως καὶ ἐρρωμένως ἐπαποδυώμεθα, μὴ ὑποκατακλινόμενοι μηδ’ ὑπείκοντες ταῖς τῶν πολλῶν ἀρεσκείαις, ὑφ’ ὧν καὶ οἱ δυνάμενοι σῴζεσθαι διαφθείρονται.