Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 62

[62] εἰσὶ δ’ οἳ καὶ προσυπερβάλλουσιν ἀσεβείᾳ μηδὲ τὸ ἴσον ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν τὰ πάντα τῶν ἐπὶ [19] τιμῇ χαριζόμενοι, τῷ δ’ οὐδὲν νέμοντες ἀλλ’ οὐδὲ μνήμην, τὸ κοινότατον· ἐπιλήθονται γὰρ οὗ μόνον μεμνῆσθαι προσῆκον ἦν, [M.191] ἐπιτηδεύοντες οἱ βαρυδαίμονες ἑκούσιον λήθην.