Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 61

[61] καθάπερ οὖν τοῦ μεγάλου βασιλέως τὰς τιμὰς εἴ τις τοῖς ὑπάρχοις σατράπαις ἀπένειμεν, ἔδοξεν ἂν οὐκ ἀγνωμονέστατος μόνον ἀλλὰ καὶ ῥιψοκινδυνότατος εἶναι χαριζόμενος τὰ δεσπότου δούλοις, τὸν αὐτὸν τρόπον [ἂν] τοῖς αὐτοῖς εἴ τις γεραίρει τὸν πεποιηκότα τοῖς γεγονόσιν, ἴστω πάντων ἀβουλότατος ὢν καὶ ἀδικώτατος, ἴσα διδοὺς ἀνίσοις οὐκ ἐπὶ τιμῇ τῶν ταπεινοτέρων ἀλλ’ ἐπὶ καθαιρέσει τοῦ κρείττονος.