[44] [cap.11] Πάντα δ’ ὡς εἰκὸς τὰ περὶ τὸν τόπον ἐθαυματουργεῖτο, κτύποις βροντῶν μειζόνων ἢ ὥστε χωρεῖν ἀκοάς, ἀστραπῶν λάμψεσιν αὐγοειδεστάταις, ἀοράτου σάλπιγγος ἠχῇ πρὸς μήκιστον ἀποτεινούσῃ, καθόδῳ νεφέλης, ἣ κίονος τρόπον τὴν μὲν βάσιν ἐπὶ γῆς ἠρήρειστο, τὸ δ’ ἄλλο σῶμα πρὸς αἰθέριον ὕψος ἀνέτεινε, πυρὸς οὐρανίου φορᾷ καπνῷ βαθεῖ τὰ ἐν κύκλῳ συσκιάζοντος· ἔδει γὰρ θεοῦ δυνάμεως [14] ἀφικνουμένης μηδὲν τῶν τοῦ κόσμου μερῶν ἡσυχάζειν, ἀλλὰ πάντα πρὸς ὑπηρεσίαν [M.188] συγκεκινῆσθαι.