Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 43

[43] ἄνθρωπος γὰρ ὢν ὄγκον καὶ σεμνότητα τετραγῳδημένην οὐ δικαιώσω προσίεσθαι, μενῶ δ’ ἐντὸς τῆς φύσεως τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνων, ἀλλ’ ἐθίζων τὴν ἐμαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν, οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς τἀναντία μεταβολὰς καὶ τῶν εὖ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ καὶ διὰ τὸ ἁρμόττειν, κἂν ἀτρέπτως καὶ βεβαίως παραμένῃ τὸ εὐτυχεῖν, μὴ ἐπιλανθάνεσθαί τινα ἑαυτοῦ. διὰ ταῦτά μοι δοκεῖ τοὺς χρησμοὺς ἑνικῶς ἀποτεινάμενος ὡς πρὸς ἕνα θεσπίζειν ἐθελῆσαι.