Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 42

[42] εὐπρόσιτον οὖν καὶ εὐέντευκτον ἐμαυτὸν παρέξω, κἂν τὸ τῆς γῆς καὶ τῆς θαλάττης κράτος ἀνάψωμαι, τοῖς ἀπορωτάτοις καὶ ἀδοξοτάτοις καὶ οἰκειοτάτης συμμαχίας ἐρήμοις, ἑκατέρου τῶν γονέων ὀρφανοῖς καὶ γυναιξὶ χηρείαν ὑπομενούσαις καὶ πρεσβύταις ἢ μὴ παιδοποιησαμένοις τὸ παράπαν ἢ ἀποβαλοῦσιν ὠκυμόρους οὓς ἐγέννησαν.