Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 45

[45] παρειστήκει δὲ ὁ λεὼς ἁγνεύσας ὁμιλιῶν τῶν πρὸς γυναῖκας καὶ πασῶν ἡδονῶν ἔξω τῶν πρὸς τροφὰς ἀναγκαίων ἀποσχόμενος, λουτροῖς τε καὶ περιρραντηρίοις καθηράμενος ἐκ τριῶν ἡμερῶν, ἔτι καὶ τὰς ἐσθῆτας ἀποπλυνάμενος, ἐν τοῖς μάλιστα λευχείμων, ἀκροβατῶν καὶ ἀνωρθιακὼς τὰ ὦτα, Μωυσέως προδηλώσαντος εὐτρεπίζεσθαι πρὸς ἐκκλησίαν· ἔγνω γὰρ αὐτὴν ἐσομένην, ἡνίκα μόνος ἀνακληθεὶς ἐχρησμῳδεῖτο.