Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 176

[176] μετὰ δὲ ταῦτα λέγωμεν τὴν αἰτίαν, δι’ ἣν τοὺς δέκα λόγους ἢ νόμους ἀπεφήνατο ψιλαῖς προστάξεσι καὶ ἀπαγορεύσεσι κατὰ τῶν παραβησομένων, ὡς ἔθος νομοθέταις, μηδὲν ὁρίσας ἐπιτίμιον· θεὸς ἦν, εὐθὺς δὲ κύριος ἀγαθός, μόνων ἀγαθῶν αἴτιος, κακοῦ δ’ οὐδενός.