[177] οἰκειότατον οὗν ὑπολαβὼν αὑτοῦ τῇ φύσει τὰ σωτήρια κελεύειν ἀμιγῆ καὶ ἀμέτοχα τιμωρίας, ἵνα μή πὼς [M.209] φόβῳ τις ἄφρονι συμβούλῳ χρησάμενος ἄκων ἀλλ’ ἔμφρονι λογισμῷ καθ’ ἑκούσιον γνώμην αἱρῆται τὰ βέλτιστα, μετὰ κολάσεως οὐκ ἠξίωσε θεσπίζειν, οὐκ ἀσυλίαν τοῖς ἀδικοπραγοῦσι διδούς, ἀλλ’ εἰδὼς τὴν πάρεδρον αὑτῷ δίκην καὶ τῶν ἀνθρωπίνων ἔφορον πραγμάτων οὐκ ἠρεμήσουσαν ἅτε φύσει μισοπόνηρον καὶ ὥσπερ τι συγγενὲς ἔργον ἐκδεξομένην τὴν κατὰ τῶν ἁμαρτανόντων ἄμυναν.