[175] [cap.33] τοσαῦτα καὶ περὶ τῆς δευτέρας πεντάδος ἀποχρώντως λέλεκται πρὸς ἐκπλήρωσιν τῶν δέκα λογίων, ἅπερ ἱεροπρεπῶς ἔχρησεν αὑτὸς ὁ θεός. ἦν γὰρ ἁρμόττον αὐτοῦ τῇ φύσει, κεφάλαια μὲν τῶν [54] ἐν εἴδει νόμων αὐτοπροσώπως θεσπίσαι, νόμους δὲ τοὺς ἐν τῷ μέρει διὰ τοῦ τελειοτάτου τῶν προφητῶν, ὃν ἐπικρίνας ἀριστίνδην καὶ ἀναπλήσας ἐνθέου πνεύματος ἑρμηνέα τῶν χρησμῳδουμένων εἵλετο.