[113] οἷς δεόντως ἂν εἴποιμι· τὰ θηρία πρὸς ἀνθρώπους ἡμεροῦσθαι δεῖ· καὶ πολλάκις ἔγνων ἡμερωθέντας λέοντας, ἄρκτους, [M.200] παρδάλεις, οὐ μόνον πρὸς τοὺς τρέφοντας διὰ τὴν [35] ἐπὶ τοῖς ἀναγκαίοις χάριν, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους, ἕνεκά μοι δοκῶ τῆς πρὸς ἐκείνους ὁμοιότητος· καλὸν γὰρ ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα.