Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 114

[114] νυνὶ δ’ ἀναγκασθήσομαι τἀναντία λέγειν· μιμηταὶ θηρίων ἐνίων, ἄνθρωποι, γίνεσθε. τοὺς ὠφεληκότας ἀντωφελεῖν ἐκεῖνα οἶδε καὶ πεπαίδευται· κύνες οἰκουροὶ προασπίζουσι καὶ προαποθνῄσκουσι τῶν δεσποτῶν, ὅταν κίνδυνός τις ἐξαπιναίως καταλάβῃ· τοὺς δ’ ἐν ταῖς ποίμναις φασὶ προαγωνιζομένους τῶν θρεμμάτων ἄχρι νίκης ἢ θανάτου παραμένειν ὑπὲρ τοῦ διατηρῆσαι τοὺς ἀγελάρχας ἀζημίους.