[112] τίνα γὰρ ἕτερον εὖ ποιήσουσιν οἱ τῶν συγγενεστάτων καὶ τὰς μεγίστας παρασχομένων δωρεὰς ὀλιγωροῦντες, ὧν ἔνιαι δι’ ὑπερβολὴν οὐδ’ ἀμοιβὰς ἐνδέχονται; πῶς γὰρ ἂν ὁ γεννηθεὶς ἀντιγεννῆσαι δύναιτο τοὺς σπείραντας, κλῆρον ἐξαίρετον τῆς φύσεως χαρισαμένης πρὸς παῖδας γονεῦσιν εἰς ἀντίδοσιν ἐλθεῖν οὐ δυνάμενον; ὅθεν καὶ σφόδρα προσῆκεν ἀγανακτεῖν, εἰ μὴ πάντα ἔχοντες ἀντιχαρίζεσθαι μηδὲ τὰ κουφότατα ἐθελήσουσιν.